Σελ 24
Ὑπερφυὴς ἕνωση
ΟΙΔΕ καί ὁ τυφλός, ἀκούσας καί πιστεύσας, ὅτι ἡ φαιδρότης τοῦ ἡλίου τήν συμμετρίαν ὑπερβαίνει τῶν αἰσθητῶν ὀμμάτων, ἀλλ’ οὐχ ὡς ὁ ὁρῶν· καί τοῦ ἡλίου δ’ ὄντος ὑπό γῆν, νοητῶς ἔχομεν ὁρᾶν αὐτόν, οὐ μόνον οἱ δ’ ὑγιοῦς ὄψεως πεπειραμένοι, ἀλλά καί ὅστις τῶν πεπηρωμένων μέν, τοῖς δ’ ὁρῶσι πειθομένων. Καί οὐ μόνον, ἀλλ’ ὅτι καί ὑπέρ τήν ὄψιν ἔχει τήν λαμπρότητα ὁ τοῦ ἡλίου δίσκος εἰδείη ἄν καί ὁ τούς ὀφθαλμούς ἐκκεκομμένος· μετέχειν δέ καί ἀπολαύειν τοῦτον τοῦ φωτός ἀμήχανον. Οὕτω τοίνυν καί τόν Θεόν νοητῶς ὁρᾶν καί ὑπέρ νοῦν αὐτόν δι’ ἀποφάσεως γινώσκειν γένοιτ’ ἄν καί τοῖς πρός βραχύ πεπειραμένοις τῆς ἐκείνου θέας καί τοῖς μήπω διάρασι τό ὑπέρ νοῦν ἐκεῖνο τῆς ἑνώσεως ὄμμα πρός αὐτόν, πειθομένοις δ’ ὅμως τοῖς διάρασιν, ἀλλ’ οὐχ ἕνωσίς ἐστιν αὕτη ἡ ὅρασις· καί ὁ μή πιστεύων δέ τοῖς διά τῆς ὑπέρ νοῦν ἑνώσεως ὁρῶσιν ὑπέρ νοῦν καί αὐτός τό θεῖον δοξάσειεν ἄν, ἀλλ’ ὑπέρ τάς νοητικάς αὐτοῦ δυνάμεις μόνας. Ὁ δέ πᾶσαν τήν πρός τά κάτω σχέσιν τῆς οἰκείας ἀφελών ψυχῆς καί ἐκ πάντων ἀπολυθείς διά τῆς τῶν ἐντολῶν τηρήσεως καί τῆς ἐκ ταύτης ἀπαθείας, καί ὑπερβάς πᾶσαν γνωστικήν ἐνέργειαν δι’ ἐκτενοῦς καί εἰλικρινοῦς καί ἀΰλου προσευχῆς, κἀκεῖ δι’ ἑνώσεως ἀγνώστου καθ’ ὑπεροχήν περιλαμφθείς τῷ ἀπροσίτῳ φέγγει, μόνος οὗτος, φῶς γεγονώς καί διά τοῦ φωτός θεώμενος καί φῶς ὁρῶν ἐν τῇ τοῦ φωτός ἐκείνου θέᾳ τε καί ἀπολαύσει, καί τό ὑπερφαές καί ἀπερινόητον ὄντως γινώσκει τοῦ Θεοῦ, οὐχ ὑπέρ τήν νοητικήν μόνην δύναμιν τοῦ νοῦ, τήν ἀνθρωπίνην ταύτην, δοξάζων τόν Θεόν – πολλά γάρ καί τῶν κτιστῶν ὑπέρ αὐτήν εἰσιν –, ἀλλά καί ὑπέρ τήν ὑπερφυεστάτην ἕνωσιν ἐκείνην, δι’ ἧς μόνης τοῖς τῶν νοητῶν ἐπέκεινα ὁ νοῦς ἑνοῦται «ἐν θειοτέρᾳ μιμήσει τῶν ὑπερουρανίων νόων».
Ἅγιος Γρηγόριος Παλαμάς : Σελίδα Περιεχομένων
Μυστικοὶ τῆς Ὀρθοδοξίας : Ἀρχικὴ Σελίδα Περιεχομένων url : www.ellopos.gr/mystics/default.asp
Πρβλ. Ἀποφθέγματα τῶν Πατέρων στὰ Νέα Ἑλληνικά