Σελ 27
Ἀρχὴ καὶ τέλος τῶν ἀκτίστων ἐνεργειῶν
ΠΑΣΑΣ τάς τοῦ Θεοῦ ἐνεργείας ἀκτίστους ὑπαρχούσας οἴδαμεν, οὐ πάσας δέ ἀνάρχους. Εἰ γάρ καί μή τῆς δημιουργικῆς δυνάμεως, ἀλλά τῆς κατά ταύτην πράξεως, δηλαδή τῆς κατά τά δεδημιουργημένα ἐνεργείας, γέγονεν ἀρχή καί τέλος, καί τοῦτ’ ἔδειξεν ὁ Μωϋσῆς εἰπών «κατέπαυσεν ὁ Θεός ἀπό πάντων τῶν ἔργων, ὧν ἤρξατο ποιῆσαι», πῶς οὖν οὐκ ἄλλο παρά τάς οἰκείας ἐνεργείας ἡ ὑπερουσιότης ἐκείνη εἴη; Ἀλλ’ ἐρεῖ τάς ἀνάρχους ἐνεργείας ταὐτόν ἐκείνῃ εἶναι; Ἀλλ’ εἰσιν αἵ τῶν τούτων τέλος ἔσχον, εἰ καί μή ἀρχήν, ὅ καί περί τῆς τοῦ Θεοῦ προγνώσεως ὁ μέγας εἴρηκε Βασίλειος. Οὐκ ἄρα ταὐτόν οὐδέ τοῖς ἀνάρχοις ἐνεργείαις ἡ ὑπερούσιος οὐσία τοῦ Θεοῦ, δι’ ὧν καί ὅτι πάσης ἐνεργείας οἱσδηποτοῦν οὐ μόνον ὑπερεξῃρημένη δείκνυται ἐκείνη, ἀλλά καί «ἀπειράκις ἀπείρως» κατά τόν πολύν τά θεῖα Μάξιμο.
Ἅγιος Γρηγόριος Παλαμάς : Σελίδα Περιεχομένων
Μυστικοὶ τῆς Ὀρθοδοξίας : Ἀρχικὴ Σελίδα Περιεχομένων url : www.ellopos.gr/mystics/default.asp
Πρβλ. Ἀποφθέγματα τῶν Πατέρων στὰ Νέα Ἑλληνικά