Ἀρχικὴ σελίδα περιεχομένων

Εκδόσεις Ελπήνωρ
ΕΛΕΥΘΕΡΟ ΛΟΓΙΣΜΙΚΟ

Διογένης (αναγνώστης TLG)
Διαχείριση γραμματοσειρών
Η Εικόνα του Χριστού
Εικονική Γη / Παγκόσμιος Άτλας
Ορθόδοξες Γιορτές (Ημερολόγιο)
Socializer! για να μοιράζεσαι το διαδίκτυο
Πολυτονικός συλλαβισμός στο Word
Εκμάθηση γρήγορης πληκτρολόγησης
Power Copy

        » Περισσότερα


Χρόνος καὶ Δημιουργία
Στὸν Γρηγόριο Νύσσης καὶ τὸν
Μάιστερ Ἔκκαρτ



Γρηγόριος Παλαμᾶς

Σελ 26

Ὅτι δέ τό νοερόν τοῦτο καί προκόσμιον καί ἄπαυστον φῶς αὐτός ἐστιν ὁ Θεός, Γρηγόριος ὁ τῆς θεολογίας ἐπώνυμος σαφῶς ἐξεῖπε· «βουληθείς» γάρ, φησίν, «ὁ Θεός τόνδε τόν κόσμον συστήσασθαι, τοῖς μέν ἀϊδίοις αὐτός ἐστι φῶς, οὐκ ἄλλο· τί γάρ ἔδει φωτός ἑτέρου τοῖς τό μέγιστον ἔχουσι;». Τοῦτο δή τό φῶς καί πῦρ ἐστι θεῖον καί ἄϋλον, ψυχάς φωτίζειν πεφυκός. Τοῦτο γάρ, κατά τόν μέγαν αὖθις φάναι Βασίλειον, κἀν τοῖς ἀποστόλοις ἐνήργησεν, ἡνίκα ἐλάλουν πυρίναις γλώσσαις, ὅ καί Παῦλον περιλάμψαν, τήν μέν αἴσθησιν τῆς ὄψεως αὐτοῦ ἠμαύρωσε, τούς δέ ὀφθαλμούς τῆς καρδίας ἐφώτισεν· οὐ γάρ χωρεῖ σαρκός ὅρασις ἐκείνου τοῦ φωτός τήν δύναμιν. Τοῦτο τό πῦρ ὤφθη Μωϋσῇ ἐν τῇ βάτῳ· τοῦτο ἐν εἴδη ὀχήματος τόν Ἠλίαν ἐκ τῆς γῆς ἀνήρπασε· τούτου τοῦ πυρός τήν ἐνέργειαν ζητῶν ὁ μακάριος Δαυίδ ἔλεγε, «δοκίμασόν μέ, Κύριε, καί πείρασόν με, πύρωσον τούς νεφρούς μου καί τήν καρδίαν μου». Τοῦτο τό πῦρ τήν καρδίαν Κλεόπα καί τοῦ σύν αὐτῷ ἐθέρμανε, λαλοῦντος τοῦ σωτῆρος αὐτοῖς μετά τήν ἐκ νεκρῶν ἀνάστασιν. Καί οἱ ἄγγελοι καί τά λειτουργικά πνεύματα τούτου τοῦ πυρός μετέχουσι κατά τό γεγραμμένον, «ὁ ποιῶν τούς ἀγγέλους αὐτοῦ πνεύματα καί τούς λειτουργούς αὐτοῦ πυρός φλόγα». Τοῦτο τό πῦρ τήν ἐν τῷ ὀφθαλμῷ δοκόν κατακταῖον, καθαρόν τόν νοῦν ἀποκαθίστησιν, ἵνα τό κατά φύσιν ἀπολαβών διορατικόν μή τό ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ κάρφος ὁρᾷ, ἀλλά διηνεκῶς τά τοῦ Θεοῦ θαυμάσια κατανοῇ κατά τόν λέγοντα, «ἀποκάλυψον τούς ὀφθαλμούς μου καί κατανοήσω τά θαυμάσια ἐκ τοῦ νόμου σου». Τοῦτο τό πῦρ δαιμόνων ἐστί φυγαδευτήριον καί κακίας πάσης ἀναλωτικόν, ἁμαρτίας ἀναιρετικόν, ἀναστάσεως δύναμις καί ἀθανασίας ἐνέργεια, ψυχῶν ἁγίων φωτισμός καί λογικῶν δυνάμεων σύστασις. Τοῦτο καί ἡμεῖς εὐξώμεθα φθάσαι καί εἰς ἡμᾶς, ἵνα πάντοτε ἐν τῷ φωτί περιπατοῦντες, μηδέποτε κἄν πρός βραχύ προσκόψωμεν.

Ὁ δέ Χρυσόστομος θεολόγος, διδάσκων τί ἐστι τό φῶς, ὅ ραγήσεται πρώϊμον τῷ ἐλεοῦντι, «οὐ τοῦτο», φησίν, «ἐστί τό αἰσθητόν, ἀλλ’ ἕτερον πολλῷ βέλτιον, ὅ τόν οὐρανόν ἡμῖν δείκνυσι καί τούς ἀγγέλους καί τάς αὐλάς τάς βασιλικάς· ἄν γάρ τοῦ φωτός τούτου καταξιωθῇς, καί ταῦτα ὄψει, καί ἀπαλλαγήσῃ γεέννης καί ἀπελεύσῃ ἔνθα ἀπέδρα ὀδύνη καί λύπη, ἔνθα πολλή ἡ χαρά καί ἡ εἰρήνη καί ἡ ἀγάπη, ἔνθα ζωή αἰώνιος καί δόξα ἄρρητος καί κάλλος ἄφραστον· πάντα τοίνυν φέρωμεν εὐκόλως, ἵνα τοῦ ἐνδύματος ἐπιτύχωμεν τῆς βασιλείας τῶν οὐρανῶν καί τῆς ἀπορρήτου δόξης ἐκείνης».



Ἅγιος Γρηγόριος Παλαμάς : Σελίδα Περιεχομένων

Μυστικοὶ τῆς Ὀρθοδοξίας : Ἀρχικὴ Σελίδα Περιεχομένων   url :  www.ellopos.gr/mystics/default.asp

Πρβλ. Ἀποφθέγματα τῶν Πατέρων στὰ Νέα Ἑλληνικά

ELLOPOS Elpenor in Print \ Γιωργος Βαλσαμης