Ἀρχικὴ σελίδα περιεχομένων

Εκδόσεις Ελπήνωρ
ΕΛΕΥΘΕΡΟ ΛΟΓΙΣΜΙΚΟ

Διογένης (αναγνώστης TLG)
Διαχείριση γραμματοσειρών
Η Εικόνα του Χριστού
Εικονική Γη / Παγκόσμιος Άτλας
Ορθόδοξες Γιορτές (Ημερολόγιο)
Socializer! για να μοιράζεσαι το διαδίκτυο
Πολυτονικός συλλαβισμός στο Word
Εκμάθηση γρήγορης πληκτρολόγησης
Power Copy

        » Περισσότερα


Χρόνος καὶ Δημιουργία
Στὸν Γρηγόριο Νύσσης καὶ τὸν
Μάιστερ Ἔκκαρτ



Γρηγόριος Παλαμᾶς

Σελ 7



Κατέχοντας τὸ Πατρικὸ Φῶς




ΕΙ καί ὁ ἀπόστολος θάνατον τό σῶμα λέγει, «τίς γάρ με», φησί, «ρύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου;», ἀλλ’ ὡς τοῦ προσύλου καί σωματικοῦ φρονήματος σωματοειδοῦς ὄντος ἀτεχνῶς· διό, πρός τό πνευματικόν καί θεῖον παραβάλλων τοῦτο, σῶμα δικαίως ἐκάλεσε καί οὐχ ἁπλῶς σῶμα, ἀλλά θάνατον σώματος καί τοῦτο μικρόν ἀνωτέρω τρανότερον δηλῶν ὡς οὐχί τήν σάρκα αἰτιᾶται, ἀλλά τήν ἐπεισελθοῦσαν ἁμαρτητικήν ὁρμήν ἐκ παραβάσεως· «πεπραμένος», φησίν, «εἰμί ὑπό τήν ἁμαρτίαν»· ὁ πεπραμένος δέ οὐ φύσει δοῦλος. Καί πάλιν· «οἶδα ὅτι οὐκ οἰκεῖ ἐν ἐμοί, τουτέστιν ἐν τῇ σαρκί μου, ἀγαθόν». Ὁρᾷς ὅτι οὐ τήν σάρκα ἀλλά τό ἐνοικοῦν αὐτῇ φησί κακόν; τοῦτον τοίνυν, τόν ὄντα ἐν τοῖς μέλεσιν ἡμῶν καί τῷ νόμῳ τοῦ νοός ἀντιστρατεύομενον νόμον, ἐνοικεῖν τῷ σώματι κακόν, ἀλλ’ οὐχί τόν νοῦν.

Διά τοῦθ’ ἡμεῖς, ἀντιπαραταττόμενοι τούτῳ τῷ νόμῳ τῆς ἁμαρτίας, ἐξοικίζομεν αὐτόν τοῦ σώματος καί ἐνοικίζομεν τήν ἐπισκοπήν τοῦ νοῦ καί νομοθετοῦμεν δι’ αὐτῆς ἑκάστῃ τε δυνάμει τῆς ψυχῆς καί τοῖς τοῦ σώματος μέλεσιν ἑκάστῳ τό προσῆκον· ταῖς μέν αἰσθήσεσιν, ὧν τε καί ἐφ’ ὅσον ἐστίν ἀντιληπτέον, τό ἔργον δέ τοῦ νόμου τοῦτο προσαγορεύεται ἐγκράτεια· τῷ δέ παθητικῷ μέρει τῆς ψυχῆς τήν ἀρίστην ἐμποιοῦμεν ἕξιν, ἀγάπην δ’ ἔσχεν αὕτη τήν ἐπωνυμίαν· ἀλλά καί τό λογιστικόν διά τούτου βελτιοῦμεν, ἀποπεμπόμενοι πᾶν ὅ τι προσίσταται τῇ διανοίᾳ πρός τήν εἰς Θεόν ἀνάνευσιν, καλοῦμεν δέ τουτί τό μόριον τοῦ νόμου τούτου νῆψιν. Ἐγκρατείᾳ δέ τις τό σῶμα καθάρας ἑαυτοῦ, θυμόν τε καί ἐπιθυμίαν ἀφορμήν ἀρετῶν δι’ ἀγάπης θείας ποιησάμενος καί νοῦν ἀπειλικρινημένον δι’ εὐχῆς παραστήσας τῷ Θεῷ, κτᾶται καί ὁρᾷ ἐν ἑαυτῷ τήν ἐπηγγελμένην χάριν τοῖς κεκαθαρμένοις τήν καρδίαν. Καί τότ’ ἄν δυνηθείη καί τοῦτο μετά Παύλου λέγειν, ὅτι «ὁ Θεός ὁ εἰπών ἐκ σκότους φῶς λάμψαι, ὅς ἔλαμψεν ἐν ταῖς καρδίαις ἡμῶν πρός φωτισμόν τῆς γνώσεως τῆς δόξης τοῦ Θεοῦ ἐν προσώπῳ Ἰησοῦ Χριστοῦ· «ἔχομεν δέ», φησί, «τόν θησαυρόν τοῦτον ἐν ὀστρακίνοις σκεύεσιν». Τό γοῦν πατρικόν φῶς ἐν προσώπῳ Ἰησοῦ Χριστοῦ εἰς τό γνῶναι τήν δόξαν τοῦ ἁγίου Πνεύματος ἔχοντες ἡμεῖς ὡς ἐν ὀστρακίνοις σκεύεσι τοῖς σώμασιν εἰς τόν νοῦν ἡμῶν αὐτῶν ἔνδον τοῦ σώματος καθέξομεν, ἀναξίως τῆς μεγαλοφυΐας πράξομεν τοῦ νοῦ;

Ἅγιος Γρηγόριος Παλαμάς : Σελίδα Περιεχομένων

Μυστικοὶ τῆς Ὀρθοδοξίας : Ἀρχικὴ Σελίδα Περιεχομένων   url :  www.ellopos.gr/mystics/default.asp

Πρβλ. Ἀποφθέγματα τῶν Πατέρων στὰ Νέα Ἑλληνικά

ELLOPOS Elpenor in Print \ Γιωργος Βαλσαμης