Σελ 6
Ἄφροντις βίος
ΑΦΡΟΝΤΙΣ βίος διά τήν εἰς Θεόν ἐλπίδα φυσικῶς κινεῖ τήν ψυχήν πρός κατανόησιν τῶν κτισμάτων τοῦ Θεοῦ· ἐκπλήττεταί τε ταύτῃ προσανέχουσα καί ἐμβαθύνουσα, καί παραμένει δοξάζουσα τόν κτίστην, καί διά τοῦ θαύματος τούτου χειραγωγεῖται πρός τά μείζω· κατά γάρ τόν ἅγιον Ἰσαάκ θησαυροῖς ἐντυγχάνει διά γλώττης φρασθῆναι μή δυναμένοις καί οἷά τινι κλείθρῳ χρησαμένη τῇ εὐχῇ, δι’ αὐτῆς εἰσδύεται πρός τά μυστήρια ἐκεῖνα «ἅ ὀφθαλμός οὐκ οἶδε, καί οὖς οὐκ ἤκουσε, καί ἐπί καρδίαν ἀνθρώπου οὐκ ἀνέβη», διά μόνου τοῦ Πνεύματος, καθά φησιν ὁ Παῦλος, φανερούμενα τοῖς ἀξίοις.
Ἅγιος Γρηγόριος Παλαμάς : Σελίδα Περιεχομένων
Μυστικοὶ τῆς Ὀρθοδοξίας : Ἀρχικὴ Σελίδα Περιεχομένων url : www.ellopos.gr/mystics/default.asp
Πρβλ. Ἀποφθέγματα τῶν Πατέρων στὰ Νέα Ἑλληνικά