Ἀρχικὴ σελίδα περιεχομένων

Εκδόσεις Ελπήνωρ
ΕΛΕΥΘΕΡΟ ΛΟΓΙΣΜΙΚΟ

Διογένης (αναγνώστης TLG)
Διαχείριση γραμματοσειρών
Η Εικόνα του Χριστού
Εικονική Γη / Παγκόσμιος Άτλας
Ορθόδοξες Γιορτές (Ημερολόγιο)
Socializer! για να μοιράζεσαι το διαδίκτυο
Πολυτονικός συλλαβισμός στο Word
Εκμάθηση γρήγορης πληκτρολόγησης
Power Copy

        » Περισσότερα


Χρόνος καὶ Δημιουργία
Στὸν Γρηγόριο Νύσσης καὶ τὸν
Μάιστερ Ἔκκαρτ



Μακάριος ὁ Μέγας

Ἡ σημασία τῆς Παιδείας

 

Σελ 3

Ἓν δέ σοι πάλιν δύναμαι εἰπεῖν, ὅτι ὁ ζητῶν τὸν Θεὸν δέχεται δύναμιν Πνεύματος ἁγίου καὶ ἀναλύεται ἡ φύσις αὐτοῦ εἰς ἀφανισμὸν τῆς πλάνης καὶ τῆς δειλίας, τροφὴν πεσοῦσαν, φύσιν τοῦ ἁγίου πυρός. Ὥσπερ γὰρ ξύλον λεῖον καὶ ξηρὸν καὶ ἄκαρπον ὄζους ἔχον πολλοὺς ἄχρηστόν ἐστι καὶ πάντες οἱ παριόντες ἐπικαθεζόμενοι τὰ πεπηλωμένα τῶν ὑποδημάτων ἐπικαθαίρουσιν, ἐὰν δὲ βληθῇ καὶ εἰσενεχθῇ εἰς πῦρ μεταβαλλόμενον ἄνθραξ γίνεται, τοῦ ξύλου δηλαδὴ ἔνδον τοῦ πυρὸς ἐνδιαμένοντος ὑποστάσει, καὶ οὐδεὶς λοιπὸν ἅπτεσθαι ἢ ἐπικαθέζεσθαι δύναται - τοιαύτην μοι νόει τὴν ἡμετέραν φύσιν ἀπὸ τῆς παραβάσεως ἄκαρπον καὶ ξηρὰν καὶ ὄζους ἔχουσαν τῶν πονηρῶν καὶ ἀκαθάρτων πνευμάτων, ἀλλοιοῦται δὲ εἰς τὴν δύναμιν τοῦ Θεοῦ καὶ ἀνάπτεται εἰς πῦρ καὶ φῶς, καὶ ἐὰν θελήσωσιν οἱ δαίμονες κατὰ τὴν ἀρχαίαν συνήθειαν προσεγγίσαι τῇ ψυχῇ καὶ κακῶσαι, κατακαίονται ὑπὸ τοῦ πυρὸς καὶ φυγαδεύονται ὑπὸ τοῦ φωτὸς τοῦ βάψαντος καὶ περισχόντος τὴν ψυχήν. Ἀλλοιοῦται γὰρ οὕτως ὡς αὐτὸν αἰσθέσθαι τὸν ἄνθρωπον τὴν μεταβολὴν καὶ γνῶναι ὅτι οὔκ ἐστιν ἔχων τὸν πρῶτον νοῦν τοῦ χοϊκοῦ φρονήματος. Τοῦτο δὲ γίνεται, ἐπειδὴ κοινωνεῖ ἡ ψυχὴ τῷ Θεῷ καὶ ἀλλάσσει τὴν φύσιν εἰς τὴν τοῦ Θεοῦ μόρφωσιν.

Προηγούμενη / Αρχική / Επόμενη σελίδα της Ενότητας αυτής

Μακάριος : σελίδα περιεχομένων

Μυστικοὶ τῆς Ὀρθοδοξίας : Ἀρχικὴ Σελίδα Περιεχομένων   url :  www.ellopos.gr/mystics/default.asp

Πρβλ. Ἀποφθέγματα τῶν Πατέρων στὰ Νέα Ἑλληνικά

ELLOPOS Elpenor in Print \ Γιωργος Βαλσαμης