Σελ 4
Ὥσπερ γὰρ μήτηρ νήπιον ἔχουσα ἀγαπᾷ καὶ ἐν πολλῷ πόθῳ ἐναγκαλίζεται εἰς τοὺς κόλπους λαμβάνουσα, οὕτω τὸ πνεῦμα ἔρχεται εἰς τὴν ψυχὴν καὶ ἐναγκαλίζεται εἰς τοὺς κόλπους ἐν πολλῇ ἀναπαύσει καὶ χαρᾷ, καὶ ἐνεργείᾳ δυνάμεως θεϊκῇ καταποθεῖται ὑπὸ τοῦ πνεύματος ὁ τοιοῦτος ἄνθρωπος καὶ ἁρπάζεται καὶ αἰχμαλωτίζεται εἰς αἰχμαλωσίαν μυστηρίων ἐπουρανίων καὶ γίνεται εἰς αὐτὸν νοῦς ἔνθεος. Τὰ γὰρ ῥαθύμως ἀποκείμενα σκεύη ἐν τῇ ψυχῇ τότε διαλύει καὶ πᾶσαν τὴν τῶν εἰδώλων πλάνην τὴν ἐμπολιτευσαμένην εἰς τὴν ψυχὴν καὶ τὸ σῶμα ἀπελαύνει καὶ καθαιρεῖ, καὶ τότε γίνεται ὅλος περιφερόμενος καὶ μεθύων εἰς ἀγάπην καὶ χαρὰν καὶ ταπείνωσιν πολλήν. Ὅσοι οὖν ἀφῆκαν τὴν τῶν λόγων ματαιότητα καὶ ἦλθαν ἁπλότητι ζητῆσαι Θεὸν καὶ ὅλην «τὴν μέριμναν» καὶ τὸν νοῦν ἐπέρριψαν «ἐπ᾿ αὐτὸν» ἀληθῶς εὗρόν τι ξένον τοῦ αἰῶνος τούτου καὶ τῆς φύσεως αὐτῶν συναφθὲν αὐτοῖς, καὶ κατὰ μικρὸν ἐπλούτησαν καὶ ἐγένοντο βασιλεῖς· ἡ γὰρ ἐν σαρκὶ τοῦ Κυρίου παρουσία καὶ οἱ ἀπόστολοι καὶ πᾶς ὁ ἀπ᾿ ἀρχῆς γενόμενος κόπος τοῖς ἁγίοις τοῦτο κατώρθωσε καὶ τοῦτο μέγα κέρδος τοῖς ἀνθρώποις ἐδωρήσατο, ἵνα ναοὶ Θεοῦ γένωνται οἱ ἄνθρωποι καὶ ἵνα ἔλθῃ ὁ Θεὸς καὶ κατοικήσῃ ἐν ταῖς ψυχαῖς αὐτῶν καὶ τὸ μέρος τοῦ θανάτου τὸ ἐπεισελθὸν καὶ ἐκδιωχθῇ καὶ ἐκ μέσου γένηται. Ἀποδῶμεν οὖν ἑαυτοὺς τῷ Κυρίῳ καὶ ζητήσωμεν εὑρεῖν τι παρὰ τοῦ Θεοῦ διδόμενον, καὶ ὅταν εὕρωμεν, πάντα δι᾿ αὐτοῦ μανθάνομεν, ἃ οὔτε οἱ νομοδιδάσκαλοι οὔτε οἱ λογομάχοι διδάσκειν δύνανται.
Μακάριος : σελίδα περιεχομένων
Μυστικοὶ τῆς Ὀρθοδοξίας : Ἀρχικὴ Σελίδα Περιεχομένων url : www.ellopos.gr/mystics/default.asp
Πρβλ. Ἀποφθέγματα τῶν Πατέρων στὰ Νέα Ἑλληνικά