Σελ 3
Ἐρώτησις.
Εἰ ἄλλος ἐστὶ νοῦς καὶ ἄλλη ψυχή;
Ἀπόκρισις.
Ὥσπερ τὰ μέλη τοῦ σώματος πολλὰ ὄντα εἷς ἄνθρωπος λέγεται, οὕτω καὶ μέλη ψυχῆς ἐστι πολλά, νοῦς, συνείδησις, λογισμοὶ θέλημα κατηγοροῦντες καὶ ἀπολογούμενοι. Ἀλλὰ ταῦτα εἰς ἕν εἰσιν ἀποδεδεμένα. Μέλη ἐστὶ ψυχῆς, μία δέ ἐστι ψυχή, εἷς ὁ ἔσω ἄνθρωπος. Ὥσπερ δὲ οἱ ἔξω ὀφθαλμοὶ βλέπουσι μακρὰν τὰς ἀκάνθας καὶ τοὺς κρημνοὺς καὶ τοὺς βόθρους, οὕτω καὶ ὁ νοῦς προβλέπει γοργότερος ὢν τῆς ἀντικειμένης δυνάμεως τὰς τέχνας καὶ τὰς ἐπισκευὰς καὶ προασφαλίζεται τὴν ψυχήν, ὡς ὀφθαλμὸς ὢν τῆς ψυχῆς.
Μακάριος : σελίδα περιεχομένων
Μυστικοὶ τῆς Ὀρθοδοξίας : Ἀρχικὴ Σελίδα Περιεχομένων url : www.ellopos.gr/mystics/default.asp
Πρβλ. Ἀποφθέγματα τῶν Πατέρων στὰ Νέα Ἑλληνικά