Σελ 3
Ὥσπερ γάρ τις νέος τὴν ἡλικίαν καὶ ἁδρὸς ταῖς οὐσίαις καὶ Κύριος πολλῶν κτημάτων καὶ πλούσιος ταῖς αὐτοῦ ἀποθήκαις ἐναβρυνόμενος τῇ εὐδαιμονίᾳ ὑπερφυσᾶται, ἐπαιρόμενος τοῖς τῶν κολάκων ἐπαίνοις, οὕτω καὶ ἡ φύσις ἡ ἀνθρωπίνη ὅταν εἰς ἀνάπαυσιν καὶ πλοῦτον ἐπουράνιον ἔλθῃ, ἄρχεται τυφοῦσθαι καὶ ἐπαίρεσθαι. Διὰ τοῦτο ἐνδίδωσι καὶ ὑποστέλλεται αὐτὴ ἡ χάρις, ὅπως παραδοθεῖσα ἡ ψυχὴ τοῖς πνεύμασι τῆς πονηρίας ταπεινωθῇ καὶ ἐπιγνῶ τὴν ἑαυτῆς ἀσθένειαν πλὴν ἐν ᾧ καιρῷ παραδίδοται ὁ ἄνθρωπος ὁ Κύριος κρυπτῶς παρὼν παρακρατεῖ τὴν ψυχὴν καὶ φυλάσσει ἐπεὶ οὐκ ἂν ἠδυνήθη ὑποστῆναι ὁ ἄνθρωπος τὰς μεθοδείας καὶ θλίψεις τοῦ διαβόλου. Οἱ γὰρ πρόσφατον ὑπὸ Θεοῦ ἀναγεννώμενοι ἔτι νηπιάζουσι καὶ ἐν νηπιότητι εἰσὶ καὶ ὥσπερ τὰ ἄρτι γεννηθέντα βρέφη πᾶσι τοῖς μέλεσιν ἀπαρτισμένα προέρχεται καὶ διὰ τὴν ἁπαλότητα καὶ σμικρότητα ἐνεργεῖν τί ἢ πράττειν οὐ δύνανται-διὸ καὶ πολλῆς ἀνατροφῆς καὶ ἐπιμελείας δέονται πρὸς τὸ εἰς τελείαν αὔξησιν ἐλθεῖν-, οὕτως οἱ τεχθέντες ὑπὸ τοῦ ἁγίου Πνεύματος καὶ ὑπ' αὐτοῦ παιδαγωγούμενοι καὶ ἀνατρεφόμενοι αὔξουσι τὴν αὔξησιν τοῦ Κυρίου.
Μακάριος : σελίδα περιεχομένων
Μυστικοὶ τῆς Ὀρθοδοξίας : Ἀρχικὴ Σελίδα Περιεχομένων url : www.ellopos.gr/mystics/default.asp
Πρβλ. Ἀποφθέγματα τῶν Πατέρων στὰ Νέα Ἑλληνικά