Ἀρχικὴ σελίδα περιεχομένων

Εκδόσεις Ελπήνωρ
ΕΛΕΥΘΕΡΟ ΛΟΓΙΣΜΙΚΟ

Διογένης (αναγνώστης TLG)
Διαχείριση γραμματοσειρών
Η Εικόνα του Χριστού
Εικονική Γη / Παγκόσμιος Άτλας
Ορθόδοξες Γιορτές (Ημερολόγιο)
Socializer! για να μοιράζεσαι το διαδίκτυο
Πολυτονικός συλλαβισμός στο Word
Εκμάθηση γρήγορης πληκτρολόγησης
Power Copy

        » Περισσότερα


Χρόνος καὶ Δημιουργία
Στὸν Γρηγόριο Νύσσης καὶ τὸν
Μάιστερ Ἔκκαρτ



Μακάριος ὁ Μέγας

Ποιά εἶναι τὰ ‘μείζονα ἔργα’ ποὺ ὑποσχέθηκε ὁ Θεός;

 

Σελ 3

Ὡς ἔλεγεν ὁ Κύριος· «ἐργάζεσθε μὴ τὴν βρῶσιν τὴν ἀπολλυμένην, ἀλλὰ τὴν βρῶσιν τὴν μένουσαν εἰς ζωὴν αἰώνιον», ἵν' ὥσπερ τὸ σῶμα ἐσθίει ἐκ τῆς γῆς καὶ πίνει, οὕτω καὶ ἡ ψυχὴ ἐσθίῃ τὸν ἀληθινὸν ἄρτον, τὸν Κύριον, καὶ πίνῃ τὸ ζῶν ὕδωρ ἐκ τῆς δυνάμεως τοῦ πνεύματος. Καὶ ὥσπερ τὸ σῶμα ἐσθίει καὶ πίνει ἀπὸ τῆς ἀμπέλου ταύτης, οὕτω ψυχὴ ἡ γεννηθεῖσα ἄνωθεν ἐσθίει ἀπὸ τῆς ἀληθινῆς ἀμπέλου, τοῦ Κυρίου τοῦ εἰπόντος· «ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινή», καὶ πίνει ἐκ τοῦ πνευματικοῦ καὶ ἐνθέου οἴνου τοῦ μὴ παρέχοντος δίψαν ἢ ἐπιθυμίαν σαρκός. Καὶ ὥσπερ τὸ σῶμα χρίεται εἰς ἄνεσιν ἔλαιον ἐκ τῆς γῆς ταύτης, οὕτω καὶ ἡ ψυχὴ χρίεται τὸ ἀληθινὸν τῆς ἀγαλλιάσεως ἔλαιον, αὐτὸ τὸ πνεῦμα τὸ ἄνεσιν καὶ ἀνάπαυσιν ἀληθινὴν ἀπὸ τῶν καυματηρῶν παθῶν αὐτῇ παρέχον. Καὶ ὥσπερ ἀμφιέννυται τὸ σῶμα ἀμφία ἐνταῦθα καὶ ὑποδήματα, οὕτω καὶ ἡ ψυχὴ ἄφθαρτα καὶ πολυποίκιλα τοῦ πνεύματος ἄμφια ἀμφιέννυται καὶ τὰ ὑποδήματα τῆς ζωῆς ὑποδύεται. Καὶ ὥσπερ ἐνταῦθά εἰσι φυτεῖαι καὶ σπέρματα καὶ ὕδατα ἐν τῇ γῇ, οὕτω καὶ ἡ ψυχὴ ἔχει φυτείας ἀοράτους καὶ σπέρματα ζωῆς καὶ ὕδωρ ζῶν, ἐξ οὗ πίνει καὶ ἔχει ἐν ἑαυτῇ πηγὴν «ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον». Καὶ ὥσπερ τὸ σῶμα ἔχει τὸν ἀέρα τοῦτον, ἐξ οὗ ἀναπνεῖ καὶ ζῇ, οὕτω καὶ ἡ ψυχὴ ἔχει τὸν θεϊκὸν καὶ ἐπουράνιον τοῦ πνεύματος ἀέρα, ἐξ οὗ ἀναπνεῖ καὶ ζῇ ἀθανάτῳ ζωῇ. Ταῦτα ἔλεγεν ὁ ἀπόστολος σκιὰν τῶν μελλόντων. Ὁ κόσμος γὰρ ὁ φαινόμενος τύπος καὶ εἰκὼν καὶ ὑπόδειγμά ἐστι τοῦ ἀοράτου καὶ αἰωνίου τῆς θεότητος κόσμου.

Προηγούμενη / Αρχική / Επόμενη σελίδα της Ενότητας αυτής

Μακάριος : σελίδα περιεχομένων

Μυστικοὶ τῆς Ὀρθοδοξίας : Ἀρχικὴ Σελίδα Περιεχομένων   url :  www.ellopos.gr/mystics/default.asp

Πρβλ. Ἀποφθέγματα τῶν Πατέρων στὰ Νέα Ἑλληνικά

ELLOPOS Elpenor in Print \ Γιωργος Βαλσαμης