Σελ 6
Ἀπὸ τοῦ νῦν δὲ ἀνίσταται ἀπὸ τῆς πτώσεως καὶ τῆς νεκρώσεως τῶν παθῶν ἡ ψυχὴ ὑπὸ τῆς δυνάμεως τοῦ πνεύματος, καὶ ἀπὸ τοῦ νῦν εἰσέρχεται τῷ φρονήματι καὶ τῇ τοῦ νοὸς ὑποστάσει εἰς τὸν κόσμον τῆς θεότητος καὶ εἰς τὴν ἄρρητον δόξαν καὶ συνάπτεται τῷ Χριστῷ εἰς ἓν πνεῦμα μετ' αὐτοῦ γινομένη. Διὰ τοῦτο γὰρ ἡ ἔλευσις αὐτοῦ γεγένηται, ἵνα ταῦτα τὰ μυστήρια καὶ τὰ θαυμάσια καὶ τὰ παράδοξα ποιήσῃ μετὰ τῆς ψυχῆς τῆς ἀγαπώσης αὐτὸν τελείως, [ἐν τῷ] κόσμῳ ἔτι οὔσης· ἐν δὲ τῇ ἀναστάσει καὶ αὐτὸ τὸ σῶμα καταξιοῦται τούτων τῶν χαρισμάτων, καὶ τότε συνδοξασθήσεται τῇ ψυχῇ τῇ ἀπὸ τοῦ νῦν διὰ τῆς δυνάμεως τοῦ πνεύματος δοξασθείσῃ. Οὐαί, εἴ τις οὐκ ἐζήτησε καὶ ἀπὸ τοῦ νῦν ἔλαβεν ἐν πληροφορίᾳ τὴν ζωὴν τῆς κοινωνίας τοῦ πνεύματος καὶ τῆς δόξης ἐκείνης μέτοχος οὐ γέγονε καὶ ἐκ τῆς νεκρότητος τῶν παθῶν ἀναστῆναι ὑπὸ τοῦ πνεύματος οὐ κατηξιώθη, ὅτι γυμνὸς καὶ ἔρημος ἀπὸ κοινωνίας Θεοῦ ἀπομείνας ἔξω τῶν πυλῶν τῆς βασιλείας ἀποκλεισθήσεται. Παρακαλέσωμεν οὖν τὸν Κύριον, ἐν πάσῃ πίστει καὶ ἀγάπῃ πάσαις ταῖς ἐντολαῖς ἑαυτοὺς ἐκδόντες, ἵνα τῶν προειρημένων ἀγαθῶν τυχεῖν καταξιωθῶμεν καὶ τῆς τοῦ πνεύματος αὐτοῦ κοινωνίας μέτοχοι γενέσθαι, ἵνα διὰ τῆς χάριτος αὐτοῦ ἁγιασθέντες καὶ «ἄσπιλοι καὶ ἄμωμοι» καταρτισθέντες καὶ τῆς αἰωνίου ζωῆς ἄξιοι γενώμεθα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Μακάριος : σελίδα περιεχομένων
Μυστικοὶ τῆς Ὀρθοδοξίας : Ἀρχικὴ Σελίδα Περιεχομένων url : www.ellopos.gr/mystics/default.asp
Πρβλ. Ἀποφθέγματα τῶν Πατέρων στὰ Νέα Ἑλληνικά