Σελ 5
Ταῦτά ἐστι τὰ «μείζονα» καὶ ἀληθινὰ «ἔργα», ἃ ἐπηγγείλατο ποιεῖν ὁ Κύριος. Καὶ διὰ ταῦτα τὰ ἔργα ἦλθεν, ἵνα τὴν θανατωθεῖσαν τοῖς πάθεσι ψυχὴν ἀναστήσῃ καὶ εἰσαγάγῃ αὐτὴν εἰς κόσμον ἀληθῆ θεότητος, ἵν' ἔχῃ ἡ ψυχὴ οὐρανὸν καινὸν καὶ ἥλιον δικαιοσύνης καὶ γῆν φωτὸς ζῶντος, εἰς ἣν κατοικεῖν δύναται, καὶ βρῶσιν ἀληθινὴν καὶ πόσιν πνευματικὴν καὶ ἔργον ἄφθαρτον ζωῆς καὶ οἶκον καὶ πόλιν οὐράνιον καὶ ἐνδύματα τοῦ πνεύματος θεῖα καὶ στεφάνους τῆς χάριτος ἀφθάρτους. Καὶ πάντα ἁπλῶς, ἅπερ τὸ σῶμα ἔχει ἐνταῦθα, κατὰ τὴν εἰκόνα ταύτην καὶ ἡ ψυχὴ ἐκ τῆς ἀφθάρτου δόξης τοῦ πνεύματος κατασκευαζόμενα αὐτῇ ὑπὸ Θεοῦ ἔχειν καταξιοῦται. Ἀλλ' ἐπὰν ἀκούσῃς ὅτι ἡ ψυχὴ ἔχει ἀληθινὸν ἥλιον τὸν Κύριον καὶ αὐτὸν ζωὴν καὶ αὐτὸν βρῶσιν καὶ πόσιν, μηδὲν ἐπίγειον ἢ χοϊκὸν νοήσῃς. Τὰ γὰρ ἄφθαρτα ὡς ἄφθαρτα ἐννόει. Ἄρρητα γὰρ καὶ ἀλάλητα τὰ τοῦ πνεύματος μυστήριά εἰσιν ἐν τῇ ψυχῇ ὑπὸ τοῦ Κυρίου γινόμενα, ἃ πείρᾳ τοῖς ἀξίοις γινώσκεται, γλώσσῃ δὲ καὶ στόματι σαρκὸς λαληθῆναι ἀδύνατον ἢ μόνον σκιάς τινας καὶ εἰκόνας ἐν ὑποδείγματι ἐκ τοῦ κόσμου τούτου ἔστι λαμβάνειν. Ἐκεῖνα γὰρ ὄντως ἄφθαρτα τυγχάνει, ἅ ἐστι πάντα ἐκ τοῦ θεϊκοῦ πνεύματος ταῖς ἀξίαις ψυχαῖς ὑπὸ τοῦ Κυρίου ἐπηγγελμένα ἄρρητα καὶ αἰώνια ἀγαθά. «οὕτω γὰρ ἠγάπησεν ὁ Θεὸς» τὴν ψυχὴν τὴν κατ' εἰκόνα αὐτοῦ κτισθεῖσαν, ὥστε ἑαυτὸν χαρίσασθαι αὐτῇ ποικίλως ἐν αὐτῇ κοσμούμενον καὶ τῆς ἰδίας φύσεως κοινωνὸν αὐτὴν καθιστῶντα, καὶ οὕτω συνανακραθεῖσα ἑνοῦται τῷ Κυρίῳ, πνεῦμα καὶ αὐτὴ γινομένη.
Μακάριος : σελίδα περιεχομένων
Μυστικοὶ τῆς Ὀρθοδοξίας : Ἀρχικὴ Σελίδα Περιεχομένων url : www.ellopos.gr/mystics/default.asp
Πρβλ. Ἀποφθέγματα τῶν Πατέρων στὰ Νέα Ἑλληνικά