Ἀρχικὴ σελίδα περιεχομένων

Εκδόσεις Ελπήνωρ
ΕΛΕΥΘΕΡΟ ΛΟΓΙΣΜΙΚΟ

Διογένης (αναγνώστης TLG)
Διαχείριση γραμματοσειρών
Η Εικόνα του Χριστού
Εικονική Γη / Παγκόσμιος Άτλας
Ορθόδοξες Γιορτές (Ημερολόγιο)
Socializer! για να μοιράζεσαι το διαδίκτυο
Πολυτονικός συλλαβισμός στο Word
Εκμάθηση γρήγορης πληκτρολόγησης
Power Copy

        » Περισσότερα


Χρόνος καὶ Δημιουργία
Στὸν Γρηγόριο Νύσσης καὶ τὸν
Μάιστερ Ἔκκαρτ



Μακάριος ὁ Μέγας

Προσευχήσου

 

Σελ 3

Ὅσοις οὖν πόνος περὶ σωτηρίας, δεηθῶμεν πρῶτον μὴ ἐπιλανθάνεσθαι τῆς αὐτοῦ προνοίας τοῦ ὑποφέρειν πόνον καὶ ὀνειδισμόν, ἔχοντες τὴν βοήθειαν καὶ «κατὰ σκοπὸν» τρέχοντες «ἐπὶ τὸ βραβεῖον τῆς ἄνω κλήσεως», ἕως «καταντήσωμεν» «εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ», διὰ τῆς ἐπιχορηγίας τοῦ πνεύματος, οὗ καὶ «τὴν ἀπαρχὴν» ἐλάβομεν οἱ δι' ἀκοῆς πιστεύσαντες ἐπ' ἐλπίδι τῆς τελείας καὶ ἐνεργοῦς πίστεως. Οὐ γὰρ περὶ ψιλῆς γνώσεως λαλοῦμεν, ἀλλὰ γνώσεως ἀληθείας ἐν μυστηρίοις Θεοῦ. Ἡ μὲν γὰρ ἔξωθεν γνῶσις διὰ τῶν συμβάσεων καὶ τῆς περὶ τῶν φανερῶν ἐλπίδος προσγίνεται καὶ ὑποδεικνύει τὴν τοῦ Θεοῦ δικαιοσύνην καὶ ἐκ τῶν ἔξωθεν μερικῶς τὴν πεῖραν τῶν κεκρυμμένων λαμβάνει. Ὁ δὲ τὰ γήϊνα ὑπερβὰς οὐ μόνον ἔργῳ, ἀλλὰ καὶ ἐννοίᾳ, οὗτος ἀπερισπάστῳ νοῒ παραμένει τῇ πνευματικῇ θύρᾳ καὶ παρακαλεῖ τὸν Κύριον τοῦ εἰσελθεῖν, καὶ ὅταν ἀκουσθῇ, οὐκέτι ἐν γνώσει ἢ σημειώσει τῶν ἔξωθεν, ἀλλ' ἐνεργὴς ἡ πληροφορία γίνεται τῷ τοιούτῳ. Καὶ ἡ γνῶσις μὲν τῆς αὐτῆς ἐστι δωρεᾶς, ἀλλ' οὐκ ἀναλογεῖ πρὸς τὴν ὠφέλειαν - οὐδὲ γὰρ τὸν κάματον ἴσον ἔχει. Ἄλλως γὰρ ἀγωνιᾷ ὁ κατὰ χεῖρα πολεμῶν καὶ ἄλλως ὁ ἀφ' ὑψηλοῦ βλέπων τὸν πόλεμον, ἄλλος ἐστὶν ὁ ἀθλῶν καὶ τυπτόμενος καὶ ἄλλος ὁ βλέπων καὶ τερπόμενος. Ὁ μὲν γὰρ κατέρχεται τῇ θεωρίᾳ πεφυσιωμένος, ὁ δὲ παρὰ τοῦ ἀγωνοθέτου πεπλουτισμένος. Οὕτω καὶ εἰς τὸ νοερόν· «ἡ γνῶσις φυσιοῖ, ἡ δὲ ἀγάπη οἰκοδομεῖ»· κατὰ ἀναλογίαν δὲ τῆς ἐλπίδος οὕτως ἡ ἡσυχία καὶ κατὰ τὴν νοερὰν ἡσυχίαν ἡ παράκλησις. Καθὼς (φησί) «περισσεύει τὰ παθήματα τοῦ Χριστοῦ εἰς ἡμᾶς, οὕτω περισσεύει καὶ ἡ παράκλησις ἡμῶν». Μέτρα γάρ εἰσι τῆς ἑκάστου πολιτείας καὶ ἐν αὐτοῖς βραβεύει ἡ τοῦ Θεοῦ δικαιοσύνη καὶ ὅσον τις ἀποθνῄσκει τῷ πνεύματι τοῦ κόσμου, τοσοῦτον ζῇ τῷ πνεύματι τοῦ Κυρίου. Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.

Προηγούμενη ||| Αρχική σελίδα της Ενότητας αυτής

Μακάριος : σελίδα περιεχομένων

Μυστικοὶ τῆς Ὀρθοδοξίας : Ἀρχικὴ Σελίδα Περιεχομένων   url :  www.ellopos.gr/mystics/default.asp

Πρβλ. Ἀποφθέγματα τῶν Πατέρων στὰ Νέα Ἑλληνικά

ELLOPOS Elpenor in Print \ Γιωργος Βαλσαμης