Σελ 3
Εἰ δὲ καὶ εἰς ἓν τῶν κτισμάτων βούλεται ἑαυτὸν σωματοποιῆσαι δι' εὐφροσύνην καὶ ἀγαλλίασιν τῆς ψυχῆς, οἷον ἢ πόλις φωτὸς Ἱερουσαλὴμ ἢ ὄρος Σιὼν ἐπουράνιον, δύναται ὡς θέλει, καθὼς εἴρηται· «ὑμεῖς δὲ προσεληλύθατε τῷ Σιὼν ὄρει καὶ πόλει Θεοῦ ζῶντος ἐπουρανίᾳ Ἱερουσαλήμ». Πάντα εὔκολα αὐτῷ ἐστι καὶ εὐχερῆ, εἰς ἃ θέλει μεταβαλλομένῳ καὶ μεταμορφουμένῳ καὶ ἐμφανιζομένῳ ἐν ταῖς ἁγίαις αὐτοῦ καὶ πισταῖς ψυχαῖς. Μόνον τις ἀγωνισάσθω φίλος καὶ εὐάρεστος αὐτῷ γενέσθαι, καὶ αὐτῇ πείρᾳ καὶ αἰσθήσει ὄψεται ἀλάλητα ἀγαθὰ ἐπουράνια καὶ τρυφὴν ἀνέκφραστον καὶ πλοῦτον ἄπειρον θεότητος, ἀληθῶς «ἃ ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς ἤκουσε καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη», ὅσα τὸ πνεῦμα τοῦ Κυρίου γίνεται εἰς ἀνάπαυσιν καὶ ἀγαλλίασιν καὶ τρυφὴν καὶ ζωὴν αἰώνιον τῆς ἀξίας ψυχῆς. Σωματοποιεῖ γὰρ ἑαυτὸν καὶ εἰς βρῶσιν πνευματικὴν καὶ ἐνδύματα καὶ κάλλη ἀλάλητα, ἵνα ἀναπαύσῃ ἀνεκλαλήτως καὶ ἀφράστως καὶ ἐμπλήσῃ εὐφροσύνης πνευματικῆς τὴν ἀξίαν καὶ πιστὴν ψυχήν, ὥς φησιν ὁ Κύριος· «ὁ τρώγων τοῦτον τὸν ἄρτον ζήσεται εἰς τὸν αἰῶνα», καί· «ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς», καί· «ὁ πίνων ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ, γενήσεται αὐτῷ πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον».
Μακάριος : σελίδα περιεχομένων
Μυστικοὶ τῆς Ὀρθοδοξίας : Ἀρχικὴ Σελίδα Περιεχομένων url : www.ellopos.gr/mystics/default.asp
Πρβλ. Ἀποφθέγματα τῶν Πατέρων στὰ Νέα Ἑλληνικά