ΟΡΑ τοίνυν εἰ διά τινος παραδείγματος͵ ᾧ ὁ ἀπόστολος ἐν τῇ πρὸς Ἑβραίους ἐχρήσατο͵ δυνάμεθα παραστῆσαι͵ πῶς μιᾷ ἐνεργείᾳ ὁ Θεὸς ὃν μὲν ἐλεεῖ͵ ὃν δὲ σκληρύνει͵ οὐ προτιθέμενος σκληρύνειν͵ ἀλλὰ διὰ προθέσεως χρηστῆς͵ ᾗ ἐπακολουθεῖ διὰ τὸ τῆς κακίας ὑποκείμενον τοῦ παρ΄ ἑαυτοῖς κακοῦ τὸ σκληρύνεσθαι͵ σκληρύνειν λεγόμενος τὸν σκληρυνόμενον. Γῆ φησιν ἡ πιοῦσα τὸν ἐπ΄ αὐτῆς ἐρχόμενον πολλάκις ὑετὸν καὶ τίκτουσα βοτάνην εὔθετον ἐκείνοις͵ δι΄ οὓς καὶ γεωργεῖται͵ μεταλαμβάνει εὐλογίας ὑπὸ τοῦ Θεοῦ· ἐκφέρουσα δὲ ἀκάνθας καὶ τριβόλους͵ ἀδόκιμος καὶ κατάρας ἐγγύς͵ ἧς τὸ τέλος εἰς καῦσιν. Οὐκοῦν μία ἐνέργεια ἡ κατὰ τὸν ὑετόν· μιᾶς δὲ ἐνεργείας οὔσης τῆς κατὰ τὸν ὑετόν͵ ἡ μὲν γεωργηθεῖσα γῆ καρποφορεῖ͵ ἡ δὲ ἀμεληθεῖσα καὶ χέρσος ἀκανθοφορεῖ. Καὶ δύσφημον μὲν ἂν δόξαι εἶναι τὸ λέγειν τὸν ὕοντα· ἐγὼ τοὺς καρποὺς ἐποίησα καὶ τὰς ἀκάνθας τὰς ἐν τῇ γῇ͵ ἀλλ΄ εἰ καὶ δύσφημον͵ ἀλλ΄ ἀληθές· ὑετοῦ γὰρ μὴ γενομένου οὔτ΄ ἂν καρποὶ οὔτ΄ ἂν ἄκανθαι γεγόνεισαν͵ τούτου δὲ εὐκαίρως καὶ μεμετρημένως ἐπιρρεύσαντος ἀμφότερα γεγένηται. Ἐκφέρουσα γοῦν ἀκάνθας καὶ τριβόλους ἡ πιοῦσα γῆ τὸν ἐπ΄ αὐτῆς ἐρχόμενον πολλάκις ὑετὸν ἀδόκιμος καὶ κατάρας ἐγγύς.
Ὠριγένης : σελίδα περιεχομένων
Μυστικοὶ τῆς Ὀρθοδοξίας : Ἀρχικὴ Σελίδα Περιεχομένων url : www.ellopos.gr/mystics/default.asp
Πρβλ. Ἀποφθέγματα τῶν Πατέρων στὰ Νέα Ἑλληνικά