Μαρτυρίες

Γεώργιος Φραντζῆς, Τὸ Σύμβολο τῆς Πίστεως καὶ ἡ Βίβλος

Εκδόσεις Ελπήνωρ
ΕΛΕΥΘΕΡΟ ΛΟΓΙΣΜΙΚΟ

Διογένης (αναγνώστης TLG)
Διαχείριση γραμματοσειρών
Η Εικόνα του Χριστού
Εικονική Γη / Παγκόσμιος Άτλας
Ορθόδοξες Γιορτές (Ημερολόγιο)
Socializer! για να μοιράζεσαι το διαδίκτυο
Πολυτονικός συλλαβισμός στο Word
Εκμάθηση γρήγορης πληκτρολόγησης
Power Copy

        » Περισσότερα

Σελ 2

Καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστόν͵ τὸν υἱὸν τοῦ Θεοῦ τὸν μονογενῆ· Παῦλος· καὶ ἡμῖν εἷς Θεὸς ὁ πατὴρ καὶ εἶς Κύριος Ἰησοῦς Χριστός. Εὐαγγέλιον· ἵνα γινώσκωσί σε τὸν ἀληθινὸν Θεὸν καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστὸν καὶ σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος καὶ σὺ εἶ ὁ υἱός μου ὁ ἀγαπητός καὶ κἀγὼ ἑώρακα καὶ πεπίστευκα͵ ὅτι οὗτός ἐστιν ὁ Χριστὸς ὁ υἱὸς τοῦ Θεοῦ καὶ σὺ πιστεύεις εἰς τὸν υἱὸν τοῦ Θεοῦ καὶ ταῦτα γέγραπται͵ ἵνα πιστεύσωσιν͵ ὅτι οὗτός ἐστιν ὁ Χριστὸς ὁ υἱὸς τοῦ Θεοῦ καὶ ὁ μονογενὴς υἱὸς ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρός͵ ἐκεῖνος ἐξηγήσατο καὶ οὕτως ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον͵ ὥστε τὸν υἱὸν αὐτοῦ τὸν μονογενῆ ἔδωκε. Καὶ ὁ ἠγαπημένος· ἵνα γινώσκητε περὶ τοῦ μονογενοῦς υἱοῦ. τὸν ἐκ τοῦ πατρὸς γεννηθέντα πρὸ πάντων τῶν αἰώνων· εὐαγγελίου· πᾶς ὁ ἀγαπῶν τὸν γεννήσαντα ἀγαπᾷ καὶ τὸν γεγεννημένον ἐξ αὐτοῦ καὶ νῦν δόξασόν με τῇ δόξῃ͵ ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοὶ καὶ ἐν ἀρχῇ ἦν ὁ λόγος καὶ ὁ ὢν τοῖς κόλποις τοῦ πατρὸς καὶ ὁ ἦν ἀπ΄ ἀρχῆς. Ἀπόστολος· ἐπ΄ ἐσχάτων τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν υἱῷ͵ δι΄ οὗ καὶ τοὺς αἰῶνας ἐποίησε. Παροιμιῶν· πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με͵ πρὸ δὲ πάντων τῶν βουνῶν γεννᾷ με. Εὐαγγελίου· ἐκ τοῦ πατρὸς ἐξῆλθον καὶ ἥκω καὶ ἐξῆλθον ἐκ τοῦ πατρὸς καὶ ἐλήλυθα εἰς τὸν κόσμον. φῶς ἐκ φωτός· εὐαγγελίου· ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτὸς καὶ ἦν τὸ φῶς ἀληθινόν͵ ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον. Δαβίδ· ἐν τῷ φωτί σου ὀψώμεθα φῶς. Παῦλος· ὃς ὢν ἀπαύγασμα τῆς δόξης.


Αρχική ||| Επόμενη σελίδα

       Πρβλ.: Ἡ ἕνωση τῆς Ὀρθοδοξίας μὲ τὸν παπικὸ κλῆρο θὰ καταστρέψει τὴ χριστιανοσύνη ὁλότελα * Κόντογλου, Κατὰ Ἑνωτικῶν Συμεών ο Νέος Θεολόγος, Ύμνοι Θείων Ερώτων * Σμέμαν, Η ζωή του κόσμου (ο χριστιανισμός δεν είναι θρησκεία) * Σωφρόνιος Σαχάρωφ, Το Άκτιστο Φως * Λυκούργος, Για τον Πατριάρχη Γρηγόριο τον Ε' * Κωνσταντινούπολη

ELLOPOS Elpenor in Print \ Γιωργος Βαλσαμης



 ΕΠΙΚΟΙΝΩΝΙΑ   ΕΛΛΗΝΙΚΟΣ ΟΙΚΟΣ   BLOG   HOME