Μαρτυρίες

Γεώργιος Φραντζῆς, Τὸ Σύμβολο τῆς Πίστεως καὶ ἡ Βίβλος

Εκδόσεις Ελπήνωρ
ΕΛΕΥΘΕΡΟ ΛΟΓΙΣΜΙΚΟ

Διογένης (αναγνώστης TLG)
Διαχείριση γραμματοσειρών
Η Εικόνα του Χριστού
Εικονική Γη / Παγκόσμιος Άτλας
Ορθόδοξες Γιορτές (Ημερολόγιο)
Socializer! για να μοιράζεσαι το διαδίκτυο
Πολυτονικός συλλαβισμός στο Word
Εκμάθηση γρήγορης πληκτρολόγησης
Power Copy

        » Περισσότερα

Σελ 3

Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ· τοῦ ἠγαπημένου· οὗτός ἐστιν ὁ ἀληθινὸς Θεὸς καὶ ζωὴ αἰώνιος καὶ ἐσμὲν ἐν τῷ ἀληθινῷ͵ ἐν τῷ υἱῷ αὐτοῦ Ἰησοῦ Χριστῷ. Εὐαγγελίου· ἐγώ εἰμι ἡ ἀλήθεια. Παῦλος· κατὰ τὴν ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου Θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. γεννηθέντα· Παροιμιῶν· πρὸ δὲ πάντων βουνῶν γεννᾷ με. Εὐαγγέλιον· ἐγὼ εἰς τοῦτο ἐλήλυθα καὶ εἰς τοῦτο γεγέννημαι. Ὁ ἠγαπημένος· ὁ ἀγαπῶν τὸν γεννήσαντα͵ ἀγαπᾷ καὶ τὸν γεγεννημένον ἐξ αὐτοῦ. Οὐ ποιηθέντα· γεγέννηται γάρ͵ οὐ πεποίηται μετὰ τῶν κτισμάτων͵ ὅτι αὐτὸς πάντων ποιητής. Παῦλος· δι΄ οὗ καὶ τοὺς αἰῶνας ἐποίησε. Τῆς σοφίας· ὁ ποιήσας τὰ πάντα ἐν λόγῳ σου. ὁμοούσιον τῷ πατρί· εὐαγγελίου· ἐγὼ καὶ ὁ πατήρ μου ἕν ἐσμεν καὶ οὐκ οἴδατε͵ ὅτι ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοὶ καὶ ὁ ἑωρακώς με ἑώρακε τὸν πατέρα. Παύλου· ὃς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ καὶ ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ͵ ἀλλ΄ ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβών. δι΄ οὗ τὰ πάντα ἐγένετο· Παύλου· δι΄ οὗ καὶ τοὺς αἰῶνας ἐποίησε καὶ πάντα δι΄ αὐτοῦ καὶ εἰς αὐτὸν ἔκτισται καὶ αὐτός ἐστι πρὸ πάντων καὶ τὰ πάντα ἐν αὐτῷ συνέστηκεν. Εὐαγγελίου· πάντα δι΄ αὐτοῦ ἐγένετο καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν͵ ὃ γέγονε. Παροιμιῶν· πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με. Τοῦτο δὲ τὴν ἐν τῷ πατρὶ μαρτυρεῖ τῆς ζώσης σοφίας αὐτοῦ πρὸ αἰώνων καὶ ἀκίνητον ἵδρυσιν͵ ὡς καὶ τὸ Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργον αὐτοῦ τὴν ἐνανθρώπησιν προσημαίνει͵ δι΄ ἧς τὰ μεγάλα ἔργα τῆς σωτηρίας ἡμῶν κατειργάσατο ὕστερον· ὡς καὶ τὸ ὁ Θεὸς τῇ σοφίᾳ ἐθεμελίωσε τὴν γῆν τὰ ἑξῆς ἔργα δηλῶν, καὶ τὸ πάντα ἐν σοφίᾳ ἐποίησας καὶ τὸ ὁ ποιήσας τὰ πάντα ἐν λόγῳ σου. Τὸ δὲ Κύριος ἔκτισέ με φησὶ καὶ ἀντὶ τοῦ κτίζειν καὶ δημιουργεῖν τὰ ἔργα αὐτοῦ δι΄ ἐμοῦ τῆς σοφίας αὐτοῦ εὐδόκησε. Καὶ ὁ Δαβὶδ τοῦτο μαρτυρεῖ· τῷ λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν. Καθαρωτέρως καὶ τὴν διὰ σαρκὸς αὐτοῦ ἐπιφάνειαν τὸ Κύριος ἔκτισέ με διδάσκει͵ ὡς ἔφημεν.


Προηγούμενη / Αρχική / Επόμενη σελίδα

       Πρβλ.: Ἡ ἕνωση τῆς Ὀρθοδοξίας μὲ τὸν παπικὸ κλῆρο θὰ καταστρέψει τὴ χριστιανοσύνη ὁλότελα * Κόντογλου, Κατὰ Ἑνωτικῶν Συμεών ο Νέος Θεολόγος, Ύμνοι Θείων Ερώτων * Σμέμαν, Η ζωή του κόσμου (ο χριστιανισμός δεν είναι θρησκεία) * Σωφρόνιος Σαχάρωφ, Το Άκτιστο Φως * Λυκούργος, Για τον Πατριάρχη Γρηγόριο τον Ε' * Κωνσταντινούπολη

ELLOPOS Elpenor in Print \ Γιωργος Βαλσαμης



 ΕΠΙΚΟΙΝΩΝΙΑ   ΕΛΛΗΝΙΚΟΣ ΟΙΚΟΣ   BLOG   HOME