Μαρτυρίες

Γεώργιος Φραντζῆς, Τὸ Σύμβολο τῆς Πίστεως καὶ ἡ Βίβλος

Εκδόσεις Ελπήνωρ
ΕΛΕΥΘΕΡΟ ΛΟΓΙΣΜΙΚΟ

Διογένης (αναγνώστης TLG)
Διαχείριση γραμματοσειρών
Η Εικόνα του Χριστού
Εικονική Γη / Παγκόσμιος Άτλας
Ορθόδοξες Γιορτές (Ημερολόγιο)
Socializer! για να μοιράζεσαι το διαδίκτυο
Πολυτονικός συλλαβισμός στο Word
Εκμάθηση γρήγορης πληκτρολόγησης
Power Copy

        » Περισσότερα

Σελ 4

τὸν δι΄ ἡμᾶς τοὺς ἀνθρώπους· Παύλου· τὰ γὰρ πάντα δι΄ ἡμᾶς καὶ εἰ ὁ Θεὸς ὑπὲρ ἡμῶν͵ τὶς καθ΄ ἡμῶν; ὅς γε τοῦ ἰδίου υἱοῦ οὐκ ἐφείσατο καὶ ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτὸν καὶ ἐπεὶ τὰ παιδία κεκοινώνηκε σαρκὸς καὶ αἵματος͵ καὶ αὐτὸς παραπλησίως μετέσχε τῶν αὐτῶν. καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν· Ἡσαΐου· οὐκ ἄγγελος͵ οὐ πρέσβυς͵ ἀλλ΄ αὐτὸς ὁ Κύριος ἔσωσας ἡμᾶς. Παύλου· περὶ ἧς σωτηρίας ἐξεζήτησαν. Εὐαγγελίου· οὐκ ἦλθον ἵνα κρίνω τὸν κόσμον͵ ἀλλ΄ ἵνα σώσω τὸν κόσμον καὶ ἵνα σωθῇ ὁ κόσμος δι΄ αὐτοῦ καὶ ὅτι ἡ σωτηρία ἐκ τῶν Ἰουδαίων ἐστὶ καὶ οὗτός ἐστιν ὁ σωτὴρ τοῦ κόσμου ὁ Χριστός. κατελθόντα ἐκ τῶν οὐρανῶν· Παύλου ὁ καταβὰς αὐτός ἐστι καὶ ὁ ἀναβάς. Εὐαγγελίου· ὅτι καταβέβηκα ἐκ τοῦ οὐρανοῦ. Παύλου· ὁ γὰρ Θεὸς τὸν ἑαυτοῦ υἱὸν πέμψας ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας. καὶ σαρκωθέντα ἐκ πνεύματος ἁγίου καὶ Μαρίας τῆς παρθένου· Ἡσαΐου· ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱόν. Εὐαγγελίου καὶ πῶς ἔσται μοι τοῦτο͵ ἐπεὶ ἄνδρα οὐ γινώσκω; Μὴ φοβοῦ͵ Μαριάμ· ἰδοὺ συλλήψῃ ἐν γαστρὶ καὶ τέξῃ υἱόν· πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σὲ καὶ δύναμις ὑψίστου ἐπισκιάζει σοι· καὶ πρὸς τὸν Ἰωσήφ· τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν ἐκ πνεύματός ἐστιν ἁγίου· καὶ οὐκ ἐγίνωσκεν αὐτήν͵ ἕως οὗ ἔτεκε τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον. Παῦλος· ἐξαπέστειλεν ὁ Θεὸς τὸν υἱὸν αὑτοῦ γεννώμενον ἐκ γυναικὸς καὶ ὁ λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν. καὶ ἐνανθρωπήσαντα· Παῦλος· ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ͵ ἀλλ΄ ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβών͵ ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος καὶ εἷς Θεὸς καὶ πατὴρ πάντων͵ εἷς καὶ μεσίτης Θεοῦ καὶ ἀνθρώπων͵ ἄνθρωπος Ἰησοῦς Χριστός. Εὐαγγέλιον· ὅτι υἱὸς ἀνθρώπου ἐστί͵ μὴ θαυμάζετε τοῦτο καὶ ὅταν ἔλθῃ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπὶ θρόνου δόξης αὑτοῦ.


Προηγούμενη / Αρχική / Επόμενη σελίδα

       Πρβλ.: Ἡ ἕνωση τῆς Ὀρθοδοξίας μὲ τὸν παπικὸ κλῆρο θὰ καταστρέψει τὴ χριστιανοσύνη ὁλότελα * Κόντογλου, Κατὰ Ἑνωτικῶν Συμεών ο Νέος Θεολόγος, Ύμνοι Θείων Ερώτων * Σμέμαν, Η ζωή του κόσμου (ο χριστιανισμός δεν είναι θρησκεία) * Σωφρόνιος Σαχάρωφ, Το Άκτιστο Φως * Λυκούργος, Για τον Πατριάρχη Γρηγόριο τον Ε' * Κωνσταντινούπολη

ELLOPOS Elpenor in Print \ Γιωργος Βαλσαμης



 ΕΠΙΚΟΙΝΩΝΙΑ   ΕΛΛΗΝΙΚΟΣ ΟΙΚΟΣ   BLOG   HOME