Μαρτυρίες

Γεώργιος Φραντζῆς, Τὸ Σύμβολο τῆς Πίστεως καὶ ἡ Βίβλος

Εκδόσεις Ελπήνωρ
ΕΛΕΥΘΕΡΟ ΛΟΓΙΣΜΙΚΟ

Διογένης (αναγνώστης TLG)
Διαχείριση γραμματοσειρών
Η Εικόνα του Χριστού
Εικονική Γη / Παγκόσμιος Άτλας
Ορθόδοξες Γιορτές (Ημερολόγιο)
Socializer! για να μοιράζεσαι το διαδίκτυο
Πολυτονικός συλλαβισμός στο Word
Εκμάθηση γρήγορης πληκτρολόγησης
Power Copy

        » Περισσότερα

Σελ 6

καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ κατὰ τὰς γραφάς· εὐαγγελίου· ἀναστὰς ὁ Ἰησοῦς πρωῒ τῇ πρώτῃ σαββάτων καὶ τρίτην ἡμέραν ἄγει σήμερον͵ ἀφ΄ οὗ ταῦτα ἐγένετο καὶ ἀναστὰς ὁ Ἰησοῦς ἐκ νεκρῶν ἔστη ἐν μέσῳ τῶν μαθητῶν καὶ λέγει εἰρήνη ὑμῖν καὶ μνήσθητι͵ Κύριε͵ ὡς ἐλάλησεν ἡμῖν ἐν τῇ Γαλιλαίᾳ λέγων͵ ὅτι δεῖ τὸν υἱὸν ἀνθρώπου παραδοθῆναι εἰς χεῖρας ἀνθρώπων ἁμαρτωλῶν καὶ σταυρωθῆναι καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστῆναι. καὶ ἀνελθόντα εἰς τοὺς οὐρανοὺς καὶ καθεζόμενον ἐκ δεξιῶν τοῦ πατρός· εὐαγγελίου· ὁ μὲν οὖν κύριος μετὰ τὸ λαλῆσαι αὐτοῖς ἀνελήφθη εἰς τοὺς οὐρανοὺς καὶ ἐκάθισεν ἐκ δεξιῶν τοῦ Θεοῦ καὶ ἐγένετο ἐν τῷ εὐλογεῖν αὐτὸν αὐτούς· διέστη ἀπ΄ αὐτῶν καὶ ἀνεφέρετο εἰς τὸν οὐρανόν. καὶ πάλιν ἐρχόμενον μετὰ δόξης κρῖναι ζῶντας καὶ νεκρούς· Πράξεων· ἄνδρες Γαλιλαῖοι͵ τί ἑστήκατε βλέποντες εἰς τὸν οὐρανόν; Οὗτος ὁ Ἰησοῦς ὁ ἀναληφθεὶς ἀφ΄ ὑμῶν εἰς τὸν οὐρανὸν οὗτος ἐλεύσεται πάλιν͵ ὃν τρόπον ἐθεάσασθε αὐτὸν ἀνερχόμενον εἰς τὸν οὐρανόν. Εὐαγγελίου· καὶ τότε ὄψεσθε τὸν υἱὸν τοῦ ἀνθρώπου ἐπὶ θρόνου δόξης αὐτοῦ καὶ συναχθήσονται ἔμπροσθεν αὐτοῦ πάντα τὰ ἔθνη. Πράξεων· οἵτινες συνεφάγομεν καὶ συνεπίομεν αὐτῷ μετὰ τὸ ἀναστῆναι αὐτὸν ἐκ νεκρῶν· καὶ πάλιν παρήγγειλεν ἡμῖν κηρῦξαι τῷ λαῷ καὶ διαμαρτύρασθαι͵ ὅτι αὐτός ἐστιν ὁ ὡρισμένος ὑπὸ τοῦ Θεοῦ κριτὴς ζώντων καὶ νεκρῶν. Δανιήλ ἐθεώρουν͵ ἕως οὗ θρόνοι ἐτέθησαν καὶ ὁ παλαιὸς τῶν ἡμερῶν ἐκάθισε καὶ ἰδού ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπὶ νεφελῶν ἐρχόμενος καὶ ἕως τοῦ παλαιοῦ τῶν ἡμερῶν ἔφθασε καὶ αὐτῷ ἐδόθη ἡ τιμὴ καὶ ἡ ἐξουσία. οὗ τῆς βασιλείας οὐκ ἔσται τέλος· Δανιήλ· καὶ ἡ βασιλεία αὐτοῦ αἰώνιος καὶ ἡ βασιλεία αὐτοῦ λαῷ ἑτέρῳ οὐχ ὑποληφθήσεται. Εὐαγγελίου· Καὶ βασιλεύσει ἐπὶ τὸν οἶκον Ἰακὼβ εἰς τοὺς αἰῶνας καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος.  


Προηγούμενη / Αρχική / Επόμενη σελίδα

       Πρβλ.: Ἡ ἕνωση τῆς Ὀρθοδοξίας μὲ τὸν παπικὸ κλῆρο θὰ καταστρέψει τὴ χριστιανοσύνη ὁλότελα * Κόντογλου, Κατὰ Ἑνωτικῶν Συμεών ο Νέος Θεολόγος, Ύμνοι Θείων Ερώτων * Σμέμαν, Η ζωή του κόσμου (ο χριστιανισμός δεν είναι θρησκεία) * Σωφρόνιος Σαχάρωφ, Το Άκτιστο Φως * Λυκούργος, Για τον Πατριάρχη Γρηγόριο τον Ε' * Κωνσταντινούπολη

ELLOPOS Elpenor in Print \ Γιωργος Βαλσαμης



 ΕΠΙΚΟΙΝΩΝΙΑ   ΕΛΛΗΝΙΚΟΣ ΟΙΚΟΣ   BLOG   HOME