Μαρτυρίες

Γεώργιος Φραντζῆς, Τὸ Σύμβολο τῆς Πίστεως καὶ ἡ Βίβλος

Εκδόσεις Ελπήνωρ
ΕΛΕΥΘΕΡΟ ΛΟΓΙΣΜΙΚΟ

Διογένης (αναγνώστης TLG)
Διαχείριση γραμματοσειρών
Η Εικόνα του Χριστού
Εικονική Γη / Παγκόσμιος Άτλας
Ορθόδοξες Γιορτές (Ημερολόγιο)
Socializer! για να μοιράζεσαι το διαδίκτυο
Πολυτονικός συλλαβισμός στο Word
Εκμάθηση γρήγορης πληκτρολόγησης
Power Copy

        » Περισσότερα

Σελ 7

Τὸ ἐφεξῆς ἐντεῦθεν τοῦ ἱεροῦ συμβόλου ἡ δευτέρα ἁγία καὶ οἰκουμενικὴ σύνοδος ἀπήρτισεν.  

Καὶ εἰς τὸ πνεῦμα τὸ ἅγιον· εὐαγγελίου· βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος. Ὅταν ἔλθῃ ὁ παράκλητος͵ τὸ πνεῦμα τὸ ἅγιον͵ ὃ πέμψει ὁ πατὴρ ἐν τῷ ὀνόματί μου. Δαβίδ· τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ΄ ἐμοῦ. τὸ κύριον· Παῦλος· ὁ δὲ κύριος τὸ πνεῦμά ἐστιν Ὅπου δὲ πνεῦμα Κυρίου͵ ἐκεῖ ἐλευθερία καὶ ἵνα τί ἐψεύσω τὸ πνεῦμα τὸ ἅγιον; Οὐκ ἐψεύσω ἀνθρώποις͵ ἀλλὰ Θεῷ. τὸ ζωοποιόν· εὐαγγελίου· τὸ πνεῦμά ἐστι τὸ ζωοποιοῦν͵ ἡ σὰρξ οὐκ ὠφελεῖ οὐδέν. Δαβίδ· ἐξαποστελεῖς τὸ πνεῦμά σου καὶ κτισθήσονται καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς. Μωϋσῆς· καὶ ἐνέπνευσεν εἰς τὸ πρόσωπον αὐτοῦ πνοῆν ζωῆς. Ἐζεκιήλ· υἱὲ ἀνθρώπου͵ προφήτευσον ἐπὶ τὸ πνεῦμα· καὶ ἦλθεν ἐπ΄ αὐτὰ καὶ ἔζησαν. τὸ ἐκ τοῦ πατρὸς ἐκπορευόμενον· εὐαγγελίου· ὅταν ἔλθῃ ὁ παράκλητος͵ ὃν ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ πατρός͵ τὸ πνεῦμα τῆς ἀληθείας͵ ὃ παρὰ τοῦ πατρὸς ἐκπορεύεται. Καὶ εὐθέως ἀναβαίνων ἀπὸ τοῦ ὕδατος εἶδε σχιζομένους τοὺς οὐρανοὺς καὶ τὸ πνεῦμα ὡσεὶ περιστερὰν καταβαῖνον ἐπ΄ αὐτόν. Παῦλος· καὶ ἡμεῖς δὲ οὐ τὸ πνεῦμα τοῦ κόσμου ἐλάβομεν͵ ἀλλὰ τὸ πνεῦμα τὸ ἐκ Θεοῦ. Δαβίδ· τῷ λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν. Πέτρος ἐκ τῶν Πράξεων· τὴν ἐπαγγελίαν τοῦ ἁγίου πνεύματος ὁ υἱὸς λαβὼν παρὰ τοῦ πατρὸς ἐξέχεε τοῦτο͵ ὃ νῦν ὑμεῖς βλέπετε καὶ ἀκούετε. Παῦλος πρὸς Τῖτον· ἔσωσεν ἡμᾶς διὰ λουτροῦ παλιγγενεσίας καὶ ἀνακαινώσεως πνεύματος ἁγίου͵ οὗ ἐξέχεεν ἐφ΄ ἡμᾶς πλουσίως διὰ Ἰησοῦ Χριστοῦ τοῦ σωτῆρος ἡμῶν.


Προηγούμενη / Αρχική / Επόμενη σελίδα

       Πρβλ.: Ἡ ἕνωση τῆς Ὀρθοδοξίας μὲ τὸν παπικὸ κλῆρο θὰ καταστρέψει τὴ χριστιανοσύνη ὁλότελα * Κόντογλου, Κατὰ Ἑνωτικῶν Συμεών ο Νέος Θεολόγος, Ύμνοι Θείων Ερώτων * Σμέμαν, Η ζωή του κόσμου (ο χριστιανισμός δεν είναι θρησκεία) * Σωφρόνιος Σαχάρωφ, Το Άκτιστο Φως * Λυκούργος, Για τον Πατριάρχη Γρηγόριο τον Ε' * Κωνσταντινούπολη

ELLOPOS Elpenor in Print \ Γιωργος Βαλσαμης



 ΕΠΙΚΟΙΝΩΝΙΑ   ΕΛΛΗΝΙΚΟΣ ΟΙΚΟΣ   BLOG   HOME