Ἀρχικὴ σελίδα περιεχομένων

Εκδόσεις Ελπήνωρ
ΕΛΕΥΘΕΡΟ ΛΟΓΙΣΜΙΚΟ

Διογένης (αναγνώστης TLG)
Διαχείριση γραμματοσειρών
Η Εικόνα του Χριστού
Εικονική Γη / Παγκόσμιος Άτλας
Ορθόδοξες Γιορτές (Ημερολόγιο)
Socializer! για να μοιράζεσαι το διαδίκτυο
Πολυτονικός συλλαβισμός στο Word
Εκμάθηση γρήγορης πληκτρολόγησης
Power Copy

        » Περισσότερα


Χρόνος καὶ Δημιουργία
Στὸν Γρηγόριο Νύσσης καὶ τὸν
Μάιστερ Ἔκκαρτ



Γρηγόριος Παλαμᾶς

Σελ 25


Θεοποιὸς Δωρεά




ΔΙΑΦΟΡΩΣ ἐνδημῶν ἐστι τοῖς ἀνθρώποις ὁ Κύριος, κατά τήν ἀξίαν καί τόν τρόπον τῶν ζητούντων αὐτόν· ἑτέρως μέν γάρ τῷ πρακτικῷ, ἑτέρως δέ τῷ θεωρητικῷ καί τῷ ἐποπτικῷ ἄλλως, καί ἄλλως μέν ᾗ ἀνθρώποις σπουδαίοις, ἑτέρως δέ θεοῖς ἤδη γεγονόσιν. Ἀλλά καί κατ’ αὐτήν τήν θείαν ἐποψίαν πολλαί διαφοραί· καί τοῖς προφήταις γάρ, τῷ μέν ὄναρ, τῷ δ’ ὕπαρ, δι’ αἰνιγμάτων μέντοι καί ἐσόπτρων, τῷ δέ Μωϋσῇ «ἐν εἴδει καί οὐ δι’ αἰνιγμάτων» ὤφθη. Θεοῦ δέ ὅρασιν ἀκούων ἐν εἴδει καί οὐ δι’ αἰνιγμάτων ἀναμνήσθητι τοῦ λέγοντος «θέωσιν τήν κατ’ εἶδος ἐνυπόστατον ἔλλαμψιν, ἥτις οὐκ ἔχει γένεσιν, ἀλλ’ ἀνεπινόητον ἐν τοῖς ἀξίοις φανέρωσιν, καί τήν ὑπέρ νοῦν καί λόγον ἐν τῷ ἀφθάρτῳ τῶν ὄντων αἰῶνι μυστικήν ἕνωσιν πρός τόν Θεόν, καθ’ ἥν τό φῶς τῆς ἀφανοῦς καί ὑπεραρρήτου δόξης οἱ ἅγιοι ἐποπτεύοντες, τῆς μακαρίας μετά τῶν ἄνω δυνάμεων καί αὐτοί δεκτικοί γίνονται καθαρότητος, καί τήν τοῦ μεγάλου Θεοῦ καί Πατρός ἐπίκλησιν, σύμβολον οὖσαν τῆς ἐνυποστάτου τε καί ἐνυπάρκτου κατά δωρεάν καί χάριν τοῦ ἁγίου Πνεύματος υἱοθεσίας, καθ’ ἥν τῇ ἐπιφοιτήσει τῆς χάριτος υἱοί Θεοῦ χρηματίζουσί τε καί ἔσονται πάντες οἱ ἅγιοι».

Τοῦτο τοίνυν ὁ μέγας Διονύσιος, ἀλλαχοῦ μέν ἀρχίφωτον ἀκτῖνα καί θεουργικόν καλέσας φῶς, ἐνταῦθα δέ θεοποιόν δῶρον καί ἀρχήν θεότητος, δηλαδή θεώσεως, πρός τόν ἐρωτήσαντα πῶς ὑπέρ θεαρχίαν, τουτέστιν ὑπέρ ἀρχήν θεότητος, ὑπάρχει Θεός, ἀποκρινόμενός φησιν, ὡς εἰ Θεόν ἀκούων ὁρώμενον «ἐν εἴδει καί οὐ δι’ αἰνιγμάτων», καί ψυχῆς πρός σῶμα τρόπον τοῖς ἀξίοις ὡς οἰκείοις μέλεσι περιφυόμενον καί κατά τοσοῦτον ἑνούμενον αὐτοῖς ὡς ὅλον μέν αὐτόν περιχωρεῖν ἐκείνοις ὅλοις, ὅλους δέ αὐτούς αὖθις ὁλικῶς ἐκείνῳ, καί Πνεῦμα δι’ υἱοῦ πλουσίως ἐφ’ ἡμᾶς χεόμενον, ἀλλ’ οὐ κτιζόμενον, καί ματαλαμβανόμενον ἡμῖν καί δι’ ἡμῶν λαλοῦν, ταῦτα τοίνυν ἀκούων, εἰ μή κατά τήν ὑπερούσιον οὐσίαν νομίσεις ὁρᾶσθαι τόν Θεόν, ἀλλά κατά τήν θεοποιόν δωρεάν τε καί ἐνέργειαν αὐτοῦ, τήν χάριν τῆς υἱοθεσίας, τήν ἀγένητον θέωσιν, τήν κατ’ εἶδος ἐνυπόστατον ἔλλαμψιν, εἰ τοῦτο νοήσεις θεότητος ἀρχήν, τό θεοποιόν δῶρον, τό μετεχόμενον καί ὁρώμενον ὑπερφυῶς, ὑπέρ τήν ἀρχήν ταύτην ἐστίν ἡ ὑπεράρχιος οὐσία τοῦ Θεοῦ. Ἐκείνη μέν γάρ σχέσις, εἰ καί μή φυσική, καί ἄσχετος, οὐχ ὡς ὑπερφυής μόνον, ἀλλά καί ὡς σχέσις· πῶς γάρ ἡ σχέσις σχέσιν αὖθις ἕξει; Ἡ δέ οὐσία τοῦ Θεοῦ οὐχ ὡς σχέσις ἄσχετος, ἀλλ’ ὡς καί αὐτῶν τῶν ὑπερφυῶν σχέσεων ἐπέκεινα. Κἀκείνης μέν ἑκάστῳ τῶν ἠξιωμένων οἰκείως τε καί καταλλήλως πᾶσι μέτεστιν· ἡ δέ οὐσία τοῦ Θεοῦ καί πάντων τῶν μεθεκτῶν ὑπερεξῄρηται. ...

Ἅγιος Γρηγόριος Παλαμάς : Σελίδα Περιεχομένων

Μυστικοὶ τῆς Ὀρθοδοξίας : Ἀρχικὴ Σελίδα Περιεχομένων   url :  www.ellopos.gr/mystics/default.asp

Πρβλ. Ἀποφθέγματα τῶν Πατέρων στὰ Νέα Ἑλληνικά

ELLOPOS Elpenor in Print \ Γιωργος Βαλσαμης