Σελ 4
Ὁ Θεὸς μεταδίδει τὴν δική Του Ἑνότητα
ΕΙ τοῦ ἑνός οὐκ ἔστιν ὁ Θεός αἴτιος, οὐδενός τῶν ὄντων ἐστίν αἴτιος· τῷ γάρ εἶναι τό ἕν, πάντα ἐστί τά ὄντα, καί τῶν ὄντων ἕκαστον ἕν ἐστιν ἤ γένει ἤ εἴδει ἤ ἀριθμῷ, καί οὐδ’ ἄν πολλά ἕκαστον αὖθις τούτων εἴη τῇ κατ’ αὐτά διαφορᾷ, εἰ μή τό ἕν εἴη· τό γάρ ἕν ἐστι στοιχειωτικόν καί συνεκτικόν καί συστατικόν ἁπάντων. Ὥσθ’ ὁ τοῦ ἑνός μή ὤν αἴτιος οὐδενός ἐστιν αἴτιος. ... Αὐτῷ γάρ τῷ εἶναι ὁ Θεός ἕν ὑπέρ τό ἐν τοῖς οὖσιν ἕν καί τοῦ ἐν τοῖς οὖσιν ἑνός αἴτιος καθίσταται, ἀκλίτως ἵν’ οὕτως εἴπω ἑαυτόν ἐπιδιδούς καί τῆς οἰκείας ἑνότητος ἀγαθότητι μεταδιδούς καί ἀμεθέκτως μετεχόμενος.
Ἅγιος Γρηγόριος Παλαμάς : Σελίδα Περιεχομένων
Μυστικοὶ τῆς Ὀρθοδοξίας : Ἀρχικὴ Σελίδα Περιεχομένων url : www.ellopos.gr/mystics/default.asp
Πρβλ. Ἀποφθέγματα τῶν Πατέρων στὰ Νέα Ἑλληνικά