Σελ 5
Ἐνέργειες τοῦ Θεοῦ φυσικὲς καὶ οὐσιώδεις
ΕΙ τοίνυν μή ἔχει διαφέρουσαν ἑαυτῆς ἡ θεία φύσις ἐνέργειαν, ἄκτιστον καί ταύτην οὖσαν καί γνωστήν ἡμῖν ἐκ τῶν ἐνεργημάτων, ἐκείνη πάσης καταλήψεως ὑπερανιδρυμένη, πῶς εἴσεταί τις τῶν ἁπάντων ὡς ἔστι τις φύσις ἄκτιστος, ἀπερινόητος οὖσα καθ’ ἑαυτήν ἐκ δέ τῶν περί αὐτήν γινωσκομένη, ὧν ἐστι κατά μέγαν Ἀθανάσιον καί ἡ ταύτης δύναμις καί ἡ ἐνέργεια; Τί δ’ ὅμως ταῦτα μηκύνω λέγων, καί ταῦτα τῶν ἁγίων διδασκόντων ἐπί λέξεως ὅτι φύσις Θεοῦ καί ἐνέργεια οὐ ταὐτόν; Τῆς μέν γάρ φύσεώς ἐστι τό γεννᾶν, τῆς δέ ἐνεργείας τό ποιεῖν· καί ἄλλο ἡ οὐσία τοῦ Θεοῦ καί ἕτερον ἡ οὐσιώδης τοῦ Θεοῦ ἐνέργεια· καί ἄλλο μέν ἡ οὐσία τοῦ Θεοῦ, ἑτέρα δέ τῶν περί αὐτήν ὀνομάτων ἡ σημασία. Τί τοίνυν ταῦτα μηκύνω λέγων; Ὁ γάρ Βαρλαάμ, δι’ ὧν φησιν, ἀνύπαρκτον ἡμῖν εἰσάγει θεόν. Τό γάρ μηδεμίαν ἔχον δύναμιν ἤ ἐνέργειαν φυσικήν οὔτε ἔστιν οὔτε τί ἐστιν οὔτε ἔστι παντελῶς αὐτοῦ θέσις οὐδέ ἀφαίρεσις κατά τούς θεολόγους. ...
Εἴπερ εἰσίν ἐνέργειαι Θεοῦ φυσικαί καί οὐσιώδεις, κτισταί δέ εἰσιν αὗται, κτιστή ἔσται καί ἡ ταύτας ἔχουσα οὐσία τοῦ Θεοῦ· ἧς γάρ οὐσίας τε καί φύσεως αἱ φυσικαί καί οὐσιώδεις ἐνέργειαι κτισταί, ἄκτιστος αὐτή οὐκ ἔστιν. Ἀλλά καί ἡ θεία πρόνοια καί ἡ θεατική δύναμις καί ἡ τοῦ Θεοῦ λαμπρότης, ἡ καί κατά τό Θαβώριον ἐπιφανεῖσα Μωσεῖ καί Ἡλιού καί τοῖς συναναβᾶσιν ἐπί τό ὄρος τῷ Χριστῷ, τήν οἰκείαν ἐκφαίνοντι θεότητα καί βασιλείαν, καί αὗται τοίνυν κτίσματά εἰσιν, εἴπερ ἡ φύσις μόνη ἄναρχός ἐστι καί ἀτελεύτητος καί αὕτη μόνη ἐστί τό ἄκτιστον φῶς καί ἡ ἄκτιστος δόξα τοῦ Θεοῦ, καί οὕτω μία ἀκτιστος θεότης ὡς μόνης ἀκτίστου τῆς θείας οὐσίας ὑπαρχούσης.
Ἥ τε γάρ πρόνοια σχέσις ἐστί τοῦ Θεοῦ πρός τά τῆς παρ’ αὐτοῦ προμηθείας ἀπολαύοντα καί ἡ θεατική δύναμις πρός τά ὁρώμενα καί ἡ λαμπρότης πρός τά θείως λαμπρυνόμενα· ἡ δέ θεία φύσις σχέσις οὐκ ἔστι, πάντῃ πάντων ἀπολελυμένη τε καί ὑπερανιδρυμένη. Καί τῆς μέν θεατικῆς ἐνεργείας τό δημιουργεῖν οὐκ ἔστιν· ἐθεᾶτο γάρ τά πάντα ὁ Θεός καί πρό γενέσεως, οὐκ ἐδημιούργει δέ αὐτά καί πρό γενέσεως. ...
Ἡ δέ τοῦ Θεοῦ λαμπρότης καί μετέχεται καί μερίζεται· «ἀμυδρά» γάρ, φησίν, «αὐτήν παρεγύμνωσεν ὁ Κύριος ἐπ’ ὄρους» οἵ τε μύσται ταύτην εἶδον οὐχ ὁλόκληρον «ἵνα μή σύν τῇ ὁράσει καί τό ζῆν ἀπολέσωσιν». Τό δέ μερίζεσθαι τῆς ἐνεργείας ἀλλ’ οὐ τῆς οὐσίας ὁ Χρυσόστομος ἀποφαίνεται πατήρ. Ἀλλά καί «ἡ λαμπρότης τοῦ Θεοῦ ἡμῶν ἔστω ἐφ’ ἡμᾶς», φησίν ὁ ψαλψῳδός προφήτης· καί «εἰς τοῦτό με φέρει τό μέτριον ἐνταῦθα φέγγος, λαμπρότητα Θεοῦ ἰδεῖν καί παθεῖν, φησίν ὁ θεολόγος Γρηγόριος· καί ὁ ἀπαστράπτων τό ἀληθινόν καί ἀδιάδοχον φῶς, κατά τόν μέγαν Βασίλειον, τούς αὐτοῦ μετέχοντας ἄλλους ἡλίους ἀπεργάζεται θείους· «λάμψουσι γάρ καί οἱ δίκαιοι ὡς ὁ ἥλιος».
Ἅγιος Γρηγόριος Παλαμάς : Σελίδα Περιεχομένων
Μυστικοὶ τῆς Ὀρθοδοξίας : Ἀρχικὴ Σελίδα Περιεχομένων url : www.ellopos.gr/mystics/default.asp
Πρβλ. Ἀποφθέγματα τῶν Πατέρων στὰ Νέα Ἑλληνικά