Σελ 4
Ἀλλὰ καὶ ὥσπερ ἐνταῦθα εἰς τὸ φανερὸν ὁ νόμος καὶ γραφαὶ καὶ δικαιοσύναι, οὕτω καὶ ὁ Κύριος ἐλθὼν ἔδωκεν ἐν τῇ καρδίᾳ νόμον ἀληθινὸν ἀνεξάλειπτον τὸν τοῦ ἁγίου Πνεύματος, ζῶντα καὶ ἐνεργοῦντα ζωὴν εἰς τὴν ψυχήν. Καὶ ἔχει ἡ ψυχὴ καὶ νόμον ἐλευθερίας τὸ πνεῦμα καὶ δικαιοσύνην ἀληθινὴν τὸν Κύριον. Ἐκεῖ μὲν γάρ, ὥς φησιν ὁ ἀπόστολος, «ἡνίκα ἂν ἀναγινώσκηται Μωϋσῆς κάλυμμα ἐπὶ τὴν καρδίαν αὐτῶν κεῖται», ἐνταῦθα δὲ «ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζόμεθα», καὶ ἐκεῖ μὲν ὥσπερ τινὰ θηρία ἢ ἑρπετὰ ἀεὶ ἐν τῇ γῇ κατοικοῦσι καὶ γῆν μεταλαμβάνουσιν, οὕτω καὶ οἱ ὑπὸ νόμον τυγχάνοντες καὶ ὑπὸ ἁμαρτίαν καὶ πάθη ὄντες γηΐνην τὴν δικαιοσύνην ποιοῦσι, διὰ τὸ καὶ γηΐνας αὐτοὺς ἔχειν ἐπαγγελίας κάτω κύπτοντες καὶ μὴ δυνάμενοι τῷ φρονήματι τῆς ψυχῆς ἀνακεκαλυμμένῳ προσώπῳ προσέχειν εἰς τὴν δόξαν τοῦ Θεοῦ, ὑπὸ δεσμοὺς [κα]κίας ὄντες καὶ μηδέπω ἐλευθερωθέντες ἐκ τῆς δουλείας τῆς ἁμαρτίας. Νῦν δὲ οἱ ἔχοντες τὸν νόμον τοῦ πνεύματος καὶ ἐλευθερωθέντες ἐκ τῆς δουλείας τῆς ἁμαρτίας καὶ τὴν ἐπουράνιον δικαιοσύνην ἐργαζόμενοι διὰ τῆς χάριτος ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν τοῦ φωτὸς Χριστοῦ κατανοοῦσι, τῷ πνεύματι αὐτοῦ τὴν ψυχὴν ἀνακραθέντες.
Μακάριος : σελίδα περιεχομένων
Μυστικοὶ τῆς Ὀρθοδοξίας : Ἀρχικὴ Σελίδα Περιεχομένων url : www.ellopos.gr/mystics/default.asp
Πρβλ. Ἀποφθέγματα τῶν Πατέρων στὰ Νέα Ἑλληνικά